Kitap 3
15
ὅτι δʼ ἄμεινον ἦν τοῖς τοῦ σώματος μορίοις τοῖς μὲν ὑπὸ καθαροῦ καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος τρέφεσθαι, τοῖς δʼ ὑπὸ παχέος καὶ θολεροῦ καὶ ὡς οὐδʼ ἐνταῦθά τι παρεώραται τῇ φύσει, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν, ὥστʼ οὐ χρὴ νῦν ὑπὲρ τούτων ἔτι λέγειν, ἀλλʼ ὑπομνήσαντας, ὡς δύο ἐστὸν ὁλκῆς εἴδη, τῶν μὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἕλξιν ποιουμένων, τῶν δʼ οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ μὲν πρότερα καὶ πόρρωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα ἐκ τῶν ἐγγυτάτω μόνων. αὐλίσκον μὲν γὰρ ὅτι μήκιστον εἰς ὕδωρ ἔνεστι καθέντα Ῥᾳδίως ἀνασπᾶν εἰς τὸ στόμα διʼ αὐτοῦ τὸ ὑγρόν· οὐ μὴν εἴ γʼ ἐπὶ πλέον ἀπαγάγοις τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἢ τοὺς πυροὺς τοῦ κεραμίου-καὶ γὰρ καὶ τοιοῦτόν τι πρόσθεν ἐλέγετο παράδειγμα--δύναιτʼ ἂν ἔτι γενέσθαι τις ὁλκή.