Kitap 3
14
εἴπερ οὖν συνθείης ἄμφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τό τε πᾶν τὸ διαστελλόμενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυμαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας, ὅσαι δὲ κατά τι πρὸς τὰς φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος, ὅσαι δʼ ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δʼ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δʼ ὁ ἀτμός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα.