Kitap 3
13
ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν μαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγμένων ὀρθῶς. ὃ δʼ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, διʼ ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δʼ ὀξέως τὸ πᾶν σῶμα καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, διʼ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο.
13
πολλάκις δʼ ἐν νόσοις ἡ φύσις διὰ μὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ μὴν αἱματώδης γʼ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυμόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶμα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν.
13
τὸ δʼ οἴεσθαι μίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάμεις τάς τʼ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάμεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν μορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυμόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι μάλιστα δύναται τάχιστά θʼ ἅμα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ Ῥοπήν.