Kitap 3
13
ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτʼ εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων Ῥευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώματα. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δʼ αὖ πάλιν ἕκαστον εἰς ἕτερʼ ἄττα τῶν ἀσθενεστέρων, εἶτʼ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτʼ ἐπὶ πλεῖστον γίγνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθʼ ἕν τι μείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτʼ εἰς ἄλλο δύναται μεταρρεῖν, ὡς· ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων μήτʼ ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος.