Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 3

10 ὅτι δʼ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σμικρόν, οὐκ ἀγνοῶ· πάμπολλα γὰρ εὑρίσκω τελέως μὲν ἀποδεδειγμένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν διʼ ἀμαθίαν ἀλλʼ οὐδʼ ἐπιχειρούμενα γιγνώσκεσθαι διὰ Ῥᾳθυμίαν, οὔτʼ, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόμενα.
10 χρὴ γὰρ τὸν μέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄμεινον εὐθὺς μὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται μειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν μανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταμένον ἐκμαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δʼ ἐκμάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παμπόλλῳ καὶ σκοπεῖν, πόσα μὲν ὁμολογεῖ τοῖς ἐναργῶς φαινομένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ μὲν αἱρεῖσθαι, τὰ δʼ ἀποστρέφεσθαι. τῷ μὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίμους ἤλπικα τοὺς ἡμετέρους ἔσεσθαι λόγους· εἶεν δʼ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δʼ ἄλλοις οὕτω γενήσεται τὸ γράμμα περιττόν, ὡς εἰ καὶ μῦθον ὄνῳ τις λέγοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi