Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 2

3 ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατʼ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι διʼ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον. ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.
3 ἀλλὰ τοῦτό γʼ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰμάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον ᾖ. πότʼ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθμένα τέ τινα καὶ στόμα καὶ οἷον γαστέρα καὶ τὰ τούτων μεταξύ, μείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δʼ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δʼ ἴσως οἴει τὴν οἰκίαν οἰκοδομουμένην αὐξάνεσθαι καὶ τὸν τάλαρον πλεκόμενον καὶ θοἰμάτιον ὑφαινόμενον. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δʼ ἔτι γιγνομένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνομάζεται· αὐξάνεται μὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi