Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

17 καὶ μέχρι γέ τινος εὐδοκίμησεν ἥδε ἡ δόξα καὶ ἤκμασε καὶ ἀληθὴς ἐνομίσθη· χρόνῳ δʼ ὕστερον καὶ αὐτοῖς τοῖς Ἐρασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα μήτε συγχωρούμενα πρός τινος ἀλλʼ οὐδʼ ἀποδειχθῆναι δυνάμενα, πρῶτον μὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ φλεβὶ γεννώενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότʼ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δʼ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα;
17 δεύτερον δʼ ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ μὴ κατʼ ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐμπεσεῖται, χαλεπόν, μᾶλλον δʼ ἀδύνατον εἰπεῖν, μήτʼ ἐν τοῖς κάτω μέρεσι κειμένων αὐτῶν τῆς φλεβὸς ἀλλʼ ἐκ τῶν πλαγίων μήτʼ ἐμφυομένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλʼ ἀπόφυσίν τινα μόνον εἰς ἑκάτερον πεμπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα μόρια.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi