Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

17 τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόμασιν ἑαυτοὺς ἐσέμνυναν Ἐρασιστρατείους τε καὶ Ἀσκληπιαδείους ἐπονομάσαντες, ὁμοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωμῳδίας εἰσαγομένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουμένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ μὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσματα συνέθεσαν, οἱ μέν, ἵνα μηδʼ ὅλως ἐξελεγχθείη ποτʼ Ἀσκληπιάδης ψευδόμενος, οἱ δʼ, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν Ἐρασίστρατος.
17 ἀλλὰ τῶν μὲν Ἀσκληπιαδείων ἅλις. οἱ δʼ Ἐρασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς μὴ δεόμενον.
17 οἱ μὲν δὴ πλησίον Ἐρασιστράτου τοῖς χρόνοις γενόμενοι τὰ μὲν ἄνω τῶν νεφρῶν μόρια καθαρὸν αἷμα λαμβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωμα βρίθειν τε καὶ ὑπορρεῖν κάτω· διηθούμενον δʼ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόμενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέμπεσθαι τὸ αἷμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi