Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

16 ἀλλʼ εἰ κἀκεῖνος ἐσίγησεν, ἡμεῖς οὐ σιωπήσομεν· ἴσμεν γάρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν Ἱπποκράτειον δόξαν, εἶθʼ ἕτερόν τι περὶ νεφρῶν ἐνεργείας εἰπόντα μὴ οὐ καταγέλαστον εἶναι παντάπασι. διὰ τοῦτʼ Ἐρασίστρατος μὲν ἐσιώπησεν, Ἀσκληπιάδης δʼ ἐψεύσατο παραπλησίως οἰκέταις λάλοις μὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήματα διαλυσαμένοις ὑπὸ περιττῆς πανουργίας, ἐπʼ αὐτοφώρῳ δέ ποτε κατειλημμένοις, εἶτʼ οὐδὲν ἐξευρίσκουσι σόφισμα κἄπειτʼ ἐνταῦθα τοῦ μὲν αἰδημονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειλημμένου, τοῦ δʼ ἀναισχυντοτέρου κρύπτοντος μὲν ἔθʼ ὑπὸ μάλης τὸ ζητούμενον, ἐξομνυμένου δὲ καὶ μηδʼ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ ὁ Ἀσκληπιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισμάτων καὶ μήτε τῆς πρὸς τὸ λεπτομερὲς φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι μήθʼ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωμα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολή, δυνατὸν ὂν εἰπόντα μὴ οὐ μέγιστον ὀφλεῖν γέλωτα, ἐξόμνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλʼ ἀτμοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην μερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι.
16 οὗτοι μὲν οὖν τοῖς ἐπʼ αὐτοφώρῳ κατειλημμένοις οἰκέταις ὁμοίως ἐκπλαγέντες ὁ μὲν ἐσιώπησεν, ὁ δʼ ἀναισχύντως ψεύδεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi