Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

16 Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδʼ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομʼ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων·
16 "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι"· περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδʼ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γʼ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτʼ ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν "Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν" ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτʼ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι μήτρας αἰτιώμενος ἄρρωστον αὐχένα κακῶς εἶπεν "Οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν," ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ Ἐρασίστρατος ἠξίωσε, τότʼ ἂν καὶ ἡμεῖς πρὸς αὐτὸν ἀπολογούμενοι εἴπομεν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi