Thesauros Edebiyat medicine On the Natural Faculties.

On the Natural Faculties.

On the Natural Faculties. Galen

Kitap 1

14 ἀλλʼ, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐμπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντομον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλομαι. τοῖς Ἀσκληπιάδου γράμμασιν εἴ τις ἐπιμελῶς ὁμιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογμάτων ἀκριβῶς ἂν ἐκμάθοι καὶ τὴν πρὸς τὰ φαινόμενα μάχην. ὁ μὲν οὖν Ἐπίκουρος τὰ φαινόμενα φυλάττειν βουλόμενος ἀσχημονεῖ φιλοτιμούμενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁμολογοῦντα· ὁ δʼ Ἀσκληπιάδης τὸ μὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινομένου δʼ οὐδὲν αὐτῷ μέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ μὲν πρὸς Ἀσκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόμενον ὑπομιμνησκέτω μάχης· εἰ δὲ πρὸς Ἐπίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δʼ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁμοίων ἀρχῶν ἐχόμεναι τελέως ἀπέσβησαν, αὗται δʼ ἔτι μόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ μὲν Ἀσκληπιάδου Μηόδοτος ὁ ἐμπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόμενα μάχην ὑπομιμνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δʼ Ἐπικούρου πάλιν ὁ Ἀσκληπιάδης ἐχόμενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi