Kitap 1
13
καὶ ταῦτʼ οὐχ Ἱπποκράτης μὲν οὕτως οἶδε γιγνόμενα, τοῖς δʼ ἀπὸ τῆς ἐμπειρίας μόνης ὁρμωμένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς μέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν Ἀσκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόμικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁμολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρμακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυμοῦ μόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωμάτων εἶναί τινα δύναμιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ τοῦτο κνῆκον μὲν καὶ κόκκον τὸν κνίδιον καὶ ἱπποφαὲς οὐχ ἕλκειν ἐκ τοῦ σώματος ἀλλὰ ποιεῖν τὸ φλέγμα φησίν· ἄνθος δὲ χαλκοῦ καὶ λεπίδα καὶ αὐτὸν τὸν κεκαυμένον χαλκὸν καὶ χαμαίδρυν καὶ χαμαιλέοντα εἰς ὕδωρ ἀναλύειν τὸ σῶμα καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐ καθαιρομένους ὀνίνασθαι ἀλλὰ κενουμένους συναυξόντων δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόμενον ἐν τοῖς σώμασιν ὑδατῶδες ὑγρὸν ἀλλʼ αὐτὸ γεννᾷ, τῷ νοσήματι προστιμωρεῖται. καὶ μέν γε καὶ ἡ σκαμμωνία πρὸς τῷ μὴ κενοῦν ἐκ τοῦ σώματος τῶν ἰκτερικῶν τὴν χολὴν ἔτι καὶ τὸ χρηστὸν αἷμα χολὴν ἐργαζομένη καὶ συντήκουσα τὸ σῶμα καὶ τηλικαῦτα κακὰ δρῶσα καὶ τὸ πάθος ἐπαύξουσα κατά γε τὸν Ἀσκληπιάδου λόγον.