Kitap 1
13
τῶν γοῦν καθʼ ἡμᾶς τις σοφιστῶν τά τʼ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτημένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόμενος ἐμοί ποθʼ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρημένων, ὥστε καὶ θαυμάζειν ἔφασκεν ἐμοῦ τὰ σαφῶς φαινόμενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσημέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐμπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαμόθεν μεθιείσας οὐδέν, ἀλλʼ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γʼ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ μεγάλοι πόροι, πάντως ἄν, ἔφη, διʼ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτʼ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόματι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡμᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναμένους.