Kitap 1
2
ὅταν οὖν τι σῶμα κατὰ μηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων, ἡσυχάζειν αὐτό φαμεν· εἰ δʼ ἐξίσταιτό πῃ, κατʼ ἐκεῖνο κινεῖσθαι. καὶ τοίνυν ἐπεὶ πολυειδῶς ἐξίσταται, πολυειδῶς καὶ κινηθήσεται. καὶ γὰρ εἰ λευκὸν ὑπάρχον μελαίνοιτο καὶ εἰ μέλαν λευκαίνοιτο, κινεῖται κατὰ χρόαν, καὶ εἰ γλυκὺ τέως ὑπάρχον αὖθις αὐστηρὸν ἢ ἔμπαλιν ἐξ αὐστηροῦ γλυκὺ γένοιτο, καὶ τοῦτʼ ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυμόν. ἄμφω δε ταῦτά τε καὶ τὰ προειρημένα κατὰ τὴν ποιότητα κινεῖσθαι λεχθήσεται καὶ οὐ μόνον γε τὰ κατὰ τὴν χρόαν ἢ τὸν χυμὸν ἐξαλλαττόμενα κινεῖσθαί φαμεν, ἀλλὰ καὶ τὸ θερμότερον ἐκ ψυχροτέρου γενόμενον ἢ ψυχρότερον ἐκ θερμοτέρου κινεῖσθαι καὶ τοῦτο λέγομεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ ὑγροῦ ἢ ὑγρὸν ἐκ ξηροῦ γίγνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνομα φέρομεν τὴν ἀλλοίωσιν.
2
ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀμείβουσι σώμασι καὶ τόπον ἐκ τόπου μεταλλάττειν λεγομένοις, ὄνομα δὲ καὶ τούτῳ φορά.
2
αὗται μὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται, σύνθετοι δʼ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ ἐλάττονός τι μεῖζον ἢ ἐκ μείζονος ἔλαττον γένηται φυλάττον τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ φθορά, γένεσις μὲν ἡ εἰς οὐσίαν ἀγωγή, φθορὰ δʼ ἡ ἐναντία.