Thesauros Edebiyat Lirik Şiir Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

19

 
ἰοβλέφαροί τε καὶ 5
 
φερεστέφανοι Χάριτες
 
βάλωσιν ἄμφι τιμὰν
 
ὕμνοισιν· ὕφαινέ νυν ἐν
 
ταῖς πολυηράτοις τι κλεινὸν
 
ὀλβίαις Ἀθάναις, 10
 
εὐαίνετε Κηϊα μέριμνα.
 
πρέπει σε φερτάταν ἴμεν
 
ὁδὸν παρὰ Καλλιόπας λα-
 
χοῖσαν ἔξοχον γέρας.
 
ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα 15
 
φεῦγε χρυσέα βοῦς,
 
εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
 
Ἰνάχου ῥοδοδάκτυλος κόρα·
 
ὅτʼ Ἄργον ὄμμασιν βλέποντα
 
πάντοθεν ἀκαμάτοις 20
 
μεγιστοάνασσα κέλευσε
 
χρυσόπεπλος Ἥρα
 
ἄκοιτον ἄϋπνον ἐό ν-
 
τα καλλικέραν δάμαλιν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi