Thesauros Edebiyat Lirik Şiir Διθύραμβοι

Διθύραμβοι

Διθύραμβοι Bacchylides

18

Αἰγεύς
τάν τε Κερκυόνος παλαίστραν
 
ἔσχεν, Πολυπήμονός τε καρτερὰν
 
σφῦραν ἐξέβαλεν Προκό-
 
πτας, ἀρείονος τυχὼν
 
φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται. 30
Χορός
τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
 
λέγει, τίνα τε στολὰν ἔχοντα;
 
πότερα σὺν πολεμηΐοις ὅ-
 
πλοισι στρατιὰν ἄγοντα πολλάν;
 
ἢ μοῦνον σὺν ὀπ.άοσιν 35
 
στείχειν ἔμπορον οἷʼ ἀλάταν
 
ἐπʼ ἀλλοδαμίαν,
 
ἰσχυρόν τε καὶ ἄλκιμον
 
ὧδε καὶ θρασύν, ὅς τε τούτων
 
ἀνδρῶν κρατερὸν σθένος 40
 
ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
 
δίκας ἀδίκοισιν ὄφρα μήσεται·
 
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
 
δοντα μὴ ʼντυχεῖν κακῷ.
 
πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται. 45

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi