Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 9

 
τοῦ κ[λέος π]ᾶσαν χθόνα 40
 
ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
 
ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
 
οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
 
ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
 
σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν, 45
 
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
 
στείχει διʼ εὐρείας κελεύθου
 
μυρία παντᾷ φάτις
 
σᾶς γενεᾶς λιπαρο-
 
ζώνων θυγάτρων, ἃς θεοὶ 50
 
σὺν τύχαις ᾤκισσαν ἀρχα-
 
γοὺς ἀπορθήτων ἀγυιᾶν.
 
τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
 
Θήβας ἐΰδμ[ατον πόλι]ν,
 
ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου 55
 
Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω
 
¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου·
 
ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
 
¯ ˘ ¯ × ¯ ˘ ¯
← Önceki Şiir 9 · 3 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi