Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 9

 
πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον. 20
 
κείνων ἀπʼ εὐδόξων ἀγώνων
 
ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν
 
οἳ τριέτει στεφάνῳ
 
ξανθὰν ἐρέψωνται κόμαν.
 
Αὐτομήδει νῦν γε νικά- 25
 
σαντί νιν δαίμων ἔδωκεν.
 
πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
 
ἄστρων διακρίνει φάη
 
νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
 
τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον 30
 
φαῖνε θαυμαστὸν δέμας,
 
δισκὸν τροχοειδέα ῥίπτων,
 
καὶ μελαμφύλλου κλάδον
 
ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
 
αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν, 35
 
ἢ τελευταίας ἀμάρυγμα πάλας·
 
τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
 
γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
 
ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
← Önceki Şiir 9 · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi