Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 6

 
Ode 6 Λάχωνι Κεῖῳ Παιδί Σταδίει Ολύμπια
 
Λάχων Διὸς μεγίστου
 
λάχε φέρτατον πόδεσσι
 
κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,
 
διʼ ὅσσα πάροιθεν
 
ἀμπελοτρόφον Κέον 5
 
ἄεισάν ποτʼ Ὀλυμπίᾳ
 
πύξ τε καὶ στάδιον κρατεῦ-
 
σαν] στεφάνοις ἐθείρας
 
νεανίαι βρύοντες.
 
σὲ δὲ νῦν ἀναξιμόλπου 10
 
Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
 
Ἀριστομένειον
 
ὦ ποδάνεμον τέκος,
 
γεραίρει προδόμοις ἀοι-
 
δαῖς, ὅτι στάδιον κρατή- 15
 
σας Κέον εὐκλέϊξας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi