Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς, 40
 
Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
 
γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
 
οὔπω νιν ὑπὸ προτέρων
 
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
 
πρὸς τέλος ὀρνύμενον· 45
 
ῥιπᾷ γὰρ ἴσος βορέα
 
ὃν κυβερνήταν φυλάσσων
 
ἵεται νεόκροτον
 
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
 
ὄλβιος ᾧτινι θ εὸ ς 50
 
μοῖράν τε καλῶν ἔπορεν
 
σύν τʼ ἐπιζήλῳ τύχᾳ
 
ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
 
γάρ τις ἐπιχθονίων
 
πάντα γʼ εὐδαίμων ἔφυ. 55
 
καὶ μάν π]οτʼ ἐρειψιπύλαν
 
παῖδʼ ἀνίκ]ατον λέγουσιν
 
δῦναι Διὸς] ἀργικεραύ-
 
νου δώματα Φερσεφόνας τανισφύρου,
← Önceki Şiir 5 · 3 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi