Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 3

 
πίτνουσ]ιν Ἀλυάττα δόμοι, 40
 
¯˘¯×¯˘¯×] μυρίων
 
¯˘¯×¯˘¯]ν;
 
ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,
 
φοινίσσεται αἵματι χρυσο]δίνας
 
Πακτωλός· ἀεικελίως γυναῖκες 45
 
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
 
τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
 
τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
 
ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
 
παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας 50
 
ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
 
τοῖσιν ἔχθιστος φόνων·
 
ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
 
λαμπρὸν διάϊ[σσεν μέ]νος,
 
Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος 55
 
σβέννυεν ξανθὰ[ν φλόγα.
 
ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
 
τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
 
φέρων ἐς Ὑπερβορέους γέροντα
← Önceki Şiir 3 · 3 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi