Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 11

 
χεῖρας ἀντείνων πρὸς αὐγὰς 100
 
ἱππώκεος ἀελίου,
 
τέκνα δυστάνοιο λύσσας
 
πάρφρονος ἐξαγαγεῖν·
 
θύσω δέ τοι εἴκοσι βοῦς
 
ἄζυγας φοινικότριχας. 105
 
τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
 
θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
 
παῦσεν καλυκοστεφάνους
 
κούρας μανιᾶν ἀθέων·
 
ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον, 110
 
χραῖνόν τέ μιν αἵματι μήλων
 
καὶ χοροὺς ἵσταν γυναικῶν.
 
ἔνθεν καὶ ἀρηϊφίλοις
 
ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς
 
ἕσπεο, σὺν δὲ τύχᾳ 115
 
ναίεις Μεταπόντιον, ὦ
 
χρυσέα δέσποινα λαῶν·
 
ἄλσος τέ τοι ἱμερόεν
 
Κάσαν παρʼ εὔυδρον πρὸ να-
← Önceki Şiir 11 · 6 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi