Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 11

 
θ εο φιλὲς λιπόντες Ἄργος 60
 
ναῖον ἀδεισιβόαι
 
χαλκάσπιδες ἡμίθεοι
 
σὺν πολυζήλῳ βασιλεῖ.
 
νεῖκος γὰρ ἀμαιμάκετον
 
βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς 65
 
Προίτῳ τε καὶ Ἀκρισίῳ·
 
λαούς τε διχοστασίαις
 
ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
 
λίσσοντο δὲ παῖδας Ἄβαντος
 
γᾶν πολύκριθον λαχόντας 70
 
Τίρυνθα τὸν ὁπλότερον
 
κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
 
Ζεύς τʼ ἔθελεν Κρονίδας,
 
τιμῶν Δαναοῦ γενεὰν
 
καὶ διωξίπποιο Λυγκ έο ς, 75
 
παῦσαι στυγερῶν ἀχέων.
 
τεῖχος δὲ Κύκλωπες κάμον
 
ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
 
κάλλιστον, ἵνʼ ἀντίθεοι
← Önceki Şiir 11 · 4 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi