Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 11

 
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια
 
Νίκα [γλυκύδωρε, μεγίσταν
 
σοὶ πατ[ὴρ ὤπασσε τιμὰν
 
ὑψίζυγ[ος Οὐρανιδᾶν
 
ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
 
Ζηνὶ παρισταμένα 5
 
κρίνεις τέλος ἀθανάτοι-
 
σίν τε καὶ θνατοῖς ἀρετᾶς.
 
ἔλλαθι, [βαθυ]πλοκάμου
 
κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
 
καὶ νῦν Μεταπόντιον εὐ- 10
 
γυίων [κατέχ]ουσι νέων
 
κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
 
ὑμνεῦσι δὲ Πυθιόνικον
 
παῖδα θαητὸν Φαΐσκου.
 
ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ- 15
 
ὸς βαθυζώνοιο Λατοῦς
 
δέκτο βλεφάρῳ· πολέες
 
δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
 
ἐν πεδίῳ στέφανοι
← Önceki bölüm Şiir 11 · 1 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi