Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 10

 
εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν· 20
 
δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
 
θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
 
ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
 
φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
 
τετρ[αέλικτο]ν ἐπεὶ 25
 
κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
 
δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
 
λων [ἀεθλάρχ]ων προφᾶται·
 
δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
 
βωμό[ν· ἁ κλει]νά τε Θήβα 30
 
δέκτ[ό νιν ε]ὐρύχορόν
 
τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
 
οἵ τε Π[ελλάν]αν νέμονται,
 
ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
 
νᾶσο[ν Αἴγιν]αν. ματεύει 35
 
δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
 
ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
 
τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
 
ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
← Önceki Şiir 10 · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi