Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 10

 
Ode 10 Ἀγλαῷ (?) Ἀθηναίῳ Δρομεῖ Ἰσθμια
 
Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖς
 
φῦ]λα, καὶ πᾶ[!¯˘¯×
 
!!!!!]μ̣εαλμει̣[˘˘¯
 
!!!!!]πὸ κεύ[˘˘¯×
 
!!!!]νωνται [¯˘¯¯ 5
 
¯˘]!!ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ˘˘¯
 
ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν
 
π[αῦλ]αν ἀπράκταν [!!!!![
 
Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
 
νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, 10
 
ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα
 
ξυνὸν ἀνθρώποισιν εἴη
 
χάρμα, τεὰν ἀρετὰν
 
μανῦον ἐπιχθονίοισιν,
 
ὁσσάκις Νίκας ἕκατι 15
 
ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
 
κῦδος εὐρείαις Ἀθάναις
 
θῆκας Οἰνείδαις τε δόξαν.
 
ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
← Önceki bölüm Şiir 10 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi