Thesauros Edebiyat Lirik Şiir Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 1

 
ελον· [ἐκ τᾶ]ς μὲν γένος 140
 
ἔπλε[το καρτε]ρόχειρ
 
Ἀργεῖος [˘ ¯ ˘] λέοντος
 
θυμὸ[ν ἔχων], ὁπότε
 
χρεῖ[ός τι συμ]βολοῖ μάχας,
 
ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων 145
 
τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,
 
τόσα Παν[θείδᾳ κλυτό]το-
 
ξος Ἀπό[λλων ὤπασε]ν,
 
ἀμφί τʼ ἰατορίᾳ
 
ξείνων τε φιλάνορι τιμᾷ· 150
 
εὖ δὲ λαχὼν Χαρίτων
 
πολλοῖς τε θαυμασθεὶς βροτᾶν
 
αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
 
δας μεγαινήτους λιπών.
 
τῶν ἕνα ϝοι Κρονίδας 155
 
ὑψίζυγος Ἰσθμιόνικον
 
θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
 
λων στεφάνων ἐπίμοιρον.
 
φαμὶ καὶ φάσω μέγιστον
← Önceki Şiir 1 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi