Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 8

 
ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν. 60
 
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
 
Μοισαῖον ἅρμα Νικοκλέος
 
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
 
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
 
ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν 65
 
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
 
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
 
ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
 
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
 
ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν. 70
← Önceki Şiir 8 · 4 / 4

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi