Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 8

 
ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον· 40
 
ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
 
Χείρωνος αὐτίκʼ ἀγγελίαι·
 
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
 
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
 
λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς 45
 
οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
 
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
 
στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
 
ὃ καὶ Μύσιον ἀμπελόεν
 
αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, 50
 
γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
 
Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
 
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
 
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
 
ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν. 55
 
τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
 
ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
 
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
 
ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
← Önceki Şiir 8 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi