Şiir 7
ὅ τι τερπνὸν ἐφάμερον διώκων
40
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς
45
ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν
γλυκὺ πικροτάτα μένει τελευτά.
ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
εὐανθέα καὶ Πυθόϊ στέφανον.