Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 6

 
ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου 60
 
τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,
 
ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
 
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
 
ἄρδοντι καλλίστᾳ δρόσῳ,
 
τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν 65
 
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
 
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
 
υἱοῖσί τε φράζων παραινεῖ,
 
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
 
καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, 70
 
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
 
γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
 
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
 
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
 
χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις. 75
← Önceki Şiir 6 · 4 / 4 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi