Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 6

 
ιστημιαν 6 ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ
 
θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
 
δεύτερον κρητῆρα Μοισαίων μελέων
 
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
 
τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
 
νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ 5
 
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
 
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
 
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
 
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
 
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς 10
 
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
 
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
 
βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
 
τοίαισιν ὀργαῖς εὔχεται
 
ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν 15
 
ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
 
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
 
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
 
ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
← Önceki bölüm Şiir 6 · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi