Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 5

 
καὶ στράταρχον Αἰθιόπων ἄφοβον 40
 
Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
 
τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
 
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
 
διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
 
πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν. 45
 
πολλὰ μὲν ἀρτιεπὴς
 
γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων
 
κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
 
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
 
ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ. 50
 
ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
 
Ζεὺς τά τε καὶ τὰ νέμει,
 
Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ
 
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
 
ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου 55
 
ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
 
μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι
 
ἐλπίδων ἔκνισʼ ὄπιν.
 
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
← Önceki Şiir 5 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi