Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 4

 
νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον
 
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,
 
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας. 60
 
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
 
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
 
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
 
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
 
τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει 65
 
αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ,
 
καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων
 
γίνεται, ἰσχύος ἔργον.
 
ἔνθα λευκωθεὶς κάρα
 
μύρτοις ὅδʼ ἀνὴρ διπλόαν 70
 
νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
 
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.
← Önceki Şiir 4 · 4 / 4 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi