Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 4

 
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
 
θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.
 
τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, 40
 
εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
 
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.
 
προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
 
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον,
 
ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς 45
 
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
 
ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.
 
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
 
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
 
ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι, 50
 
συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.
 
καίτοι πότʼ Ἀνταίου δόμους
 
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ
 
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
 
υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας 55
 
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
 
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
← Önceki Şiir 4 · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi