Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 2

 
ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη 20
 
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
 
τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις·
 
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
 
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
 
ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ 25
 
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
 
γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
 
ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου
 
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
 
καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι 30
 
οὔτε κώμων, ὦ Θρασύβουλʼ, ἐρατῶν,
 
οὔτε μελικόμπων ἀοιδᾶν.
 
οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
 
εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
 
μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν 35
 
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
 
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
 
ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
 
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
← Önceki Şiir 2 · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi