Thesauros Edebiyat Lirik Şiir Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 1

 
καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, 20
 
γευόμενοι στεφάνων
 
νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
 
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
 
οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
 
καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν. 25
 
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ
 
ἔργματι κεῖτο τέλος.
 
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
 
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας,
 
Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, 30
 
Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος.
 
χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
 
Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
 
γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
 
Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, 35
 
ἅ νιν ἐρειδόμενον ναυαγίαις
 
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
 
δέξατο συντυχίᾳ·
 
νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος
← Önceki Şiir 1 · 2 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi