Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 7

 
Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ 80
 
πολύφατον θρόον ὕμνων δόνει
 
ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
 
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
 
ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
 
ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, 85
 
Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
 
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
 
νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων
 
ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
 
ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς 90
 
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
 
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·
 
ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς
 
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
 
τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν 95
 
κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
 
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
 
εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
 
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
← Önceki Şiir 7 · 5 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi