Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 5

 
Nemean 5 ΠΥΘΕΑι ΑΙΓΙΝΗΤΗι ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤΗι
 
οὐκ ἀνδριαντοποιός εἰμʼ, ὥστʼ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματʼ ἐπʼ αὐτᾶς βαθμίδος
 
ἑσταότʼ· ἀλλʼ ἐπὶ πάσας ὁλκάδος ἔν τʼ ἀκάτῳ, γλυκεῖʼ ἀοιδά,
 
στεῖχʼ ἀπʼ Αἰγίνας, διαγγέλλοισʼ, ὅτι
 
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
 
νίκη Νεμείοις παγκρατίου στέφανον, 5
 
οὔπω γένυσι φαίνων τέρειναν ματέρʼ οἰνάνθας ὀπώραν,
 
ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
 
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
 
τάν ποτʼ εὔανδρόν τε καὶ ναυσικλυτὰν
 
θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου 10
 
στάντες, πίτναν τʼ εἰς αἰθέρα χεῖρας ἁμᾷ
 
Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
 
ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτʼ ἐπὶ ῥηγμῖνι πόντου.
 
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
 
πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους 15
 
δαίμων ἀπʼ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων
 
φαίνοισα πρόσωπον ἀλάθειʼ ἀτρεκής·
 
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
 
εἰ δʼ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
← Önceki bölüm Şiir 5 · 1 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi