Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 4

 
οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον 20
 
Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
 
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
 
ξένιον ἄστυ κατέδρακεν
 
Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
 
σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν 25
 
πόρθησε καὶ Μέροπας
 
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
 
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
 
ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
 
δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη 30
 
λόγον ὁ μὴ συνιείς· ἐπεὶ
 
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
 
τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
 
ὧραί τʼ ἐπειγόμεναι·
 
ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν. 35
 
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
 
μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
 
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
 
φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
← Önceki Şiir 4 · 2 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi