Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 3

 
Nemean 3 ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΑΣΤΗι
 
ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
 
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
 
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
 
μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
 
κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι. 5
 
διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
 
ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
 
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
 
τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
 
ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, 10
 
δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
 
λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
 
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
 
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
 
οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν 15
 
ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
 
παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
 
ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
 
εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
← Önceki bölüm Şiir 3 · 1 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi