Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 11

 
δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις 40
 
ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
 
ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
 
μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
 
τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
 
ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ 45
 
ἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.
 
κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
 
ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.
← Önceki Şiir 11 · 3 / 3

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi