Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 10

 
καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις 80
 
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
 
στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
 
παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
 
αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,
 
ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι 85
 
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
 
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
 
ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
 
ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
 
ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος. 90
← Önceki Şiir 10 · 5 / 5 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi