Thesauros Edebiyat Lirik Şiir Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 10

 
Nemean 10 ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤΗι
 
Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
 
Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖς
 
μυρίαις ἔργων θρασέων ἕνεκεν.
 
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·
 
πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις· 5
 
οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
 
Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
 
γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
 
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
 
καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι· 10
 
Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·
 
πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·
 
θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δʼ ὄλβῳ φέρτατος
 
ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
 
Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος 15
 
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
 
σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατʼ Ὄλυμπον
 
ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.
 
βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος
← Önceki bölüm Şiir 10 · 1 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi