Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 9

 
Pythian 9 ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ
 
ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
 
σὺν βαθυζώνοισιν ἀγγέλλων
 
Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
 
ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
 
τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας 5
 
ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
 
καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
 
ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
 
ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα
 
Δάλιον ξεῖνον θεοδμάτων 10
 
ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
 
καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
 
ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·
 
ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
 
δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς 15
 
Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν,
 
Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
 
θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
 
οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας,
← Önceki bölüm Şiir 9 · 1 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi