Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 8

 
νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ· 80
 
τέτρασι δʼ ἔμπετες ὑψόθεν
 
σωμάτεσσι κακὰ φρονέων,
 
τοῖς οὔτε νόστος ὁμῶς
 
ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
 
οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς 85
 
ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι
 
πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
 
ὁ δὲ καλόν τι νέον λαχὼν
 
ἁβρότατος ἔπι μεγάλας
 
ἐξ ἐλπίδος πέταται 90
 
ὑποπτέροις ἀνορέαις, ἔχων
 
κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν
 
τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί,
 
ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
 
ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ 95
 
ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
 
λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
 
Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
 
πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
← Önceki Şiir 8 · 5 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi