Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 8

 
υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, 40
 
ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον
 
δευτέραν ὁδὸν Ἐπίγονοι.
 
ὧδʼ εἶπε μαρναμένων·
 
φυᾷ τὸ γενναῖον ἐπιπρέπει
 
ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς 45
 
δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος
 
νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
 
ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
 
νῦν ἀρείονος ἐνέχεται
 
ὄρνιχος ἀγγελίᾳ 50
 
Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν
 
ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
 
θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
 
ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ
 
Ἄβαντος εὐρυχόρους ἀγυιάς. τοιαῦτα μὲν 55
 
ἐφθέγξατʼ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
 
Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
 
γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
 
ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον,
← Önceki Şiir 8 · 3 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi