Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 7

 
Pythian 7 ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙῼ ΤΕΘΡΙΠΠῼ
 
κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
 
προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
 
κρηπῖδʼ ἀοιδᾶν
 
ἵπποισι βαλέσθαι.
 
ἐπεὶ τίνα πάτραν, τίνα οἶκον 5
 
ναίων ὀνυμάξεαι
 
ἐπιφανέστερον
 
Ἑλλάδι πυθέσθαι;
 
πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
 
Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον 10
 
Πυθῶνι δίᾳ
 
θαητὸν ἔτευξαν.
 
ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
 
νῖκαι, μία δʼ ἐκπρεπὴς
 
Διὸς Ὀλυμπιάς, 15
 
δύο δʼ ἀπὸ Κίρρας,
 
ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
 
νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι,
 
φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
← Önceki bölüm Şiir 7 · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi