Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως· 140
 
ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
 
εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ
 
καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς
 
ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
 
λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει 145
 
ὁμογόνοις, αἰδῶ καλύψαι.
 
οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
 
οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
 
καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις
 
ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων· 150
 
κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·
 
ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
 
ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
 
τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
 
λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν. 155
 
ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι
 
τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας
 
ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν
 
μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
← Önceki Şiir 4 · 8 / 15 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi