Thesauros Edebiyat Lirik Şiir Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός. 120
 
ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
 
ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
 
γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
 
καὶ κασίγνητοί σφισιν ἀμφότεροι
 
ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, 125
 
ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
 
εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
 
μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
 
ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
 
ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις 130
 
ἱερὸν εὐζοίας ἄωτον.
 
ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
 
συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
 
ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
 
ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν 135
 
Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων
 
μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
 
βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,
 
ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
← Önceki Şiir 4 · 7 / 15 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi